(271) ΑΛΛΟΣ.
Περὶ Μιχαῆλος τοῦ ψελλοῦ. (n)
Ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονὶ, @1 (1)
ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων
δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν.
(272) ΑΛΛΟΣ.
Περὶ Ἰωάννου Κομνηνοῦ. (n)
Τόποις δ’ ἐν ὑγροῖς καὶ παρ’ ἐλπίδα πέσῃς. (1)
Ὦ πῶς γενήσῃ βρῶμα δεινῶν κοράκων;
(273) ΑΛΛΟΣ.
Περὶ Μανουῆλος βασιλέως. (n)
Ἀλλ’ ὑστάτη σε κερδανεῖ λαβὴ λόγου. (1)
(274) ΑΛΛΟΣ.
Περὶ Ἀνδρονίκου Κομνηνοῦ. (n)
Αἴφνης δ’ ἀναστὰς ἐκ τόπου πλήρους πότον (1)
ἀνὴρ πελιδνὸς, ἀγέρωχος τὸν τρόπον,
στυγνὸς, πολιὸς, ποικίλος χαμαιλέων,
ἐπεισπεσεῖται, καὶ θερίσει καλάμην.
Πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ (5)
ἐσύστερον τίσειεν ἀθλίας δίκας
ὧνπερ κακῶς ἔπραξεν ἐν βίῳ τάλας.
Ὁ γὰρ φέρων μάχαιραν, οὐ φύγῃ ξίφος.
(275) ΑΛΛΟΣ.
Περὶ Ἀνδρονίκου Κομνηνοῦ. (n)
Δρεπανηφόρε, τετράμηνόν σε μένει. (1)
(276) ΑΛΛΟΣ.
Περὶ τοῦ βοοσχήμονος βασιλέως. (n)
Τὸ σχῆμα φαίνει τὸν τρόπον καὶ τὸν τόπον (1)
ὅθεν μόλησας· οἷος ὀφθείς μοι φίλος;
Πρώτας ἔχεις γὰρ ἀρετὰς ἄλλων πλέον,
καὶ σωφρονίζεις σωφρονῶν τοὺς φιλτάτους.
Ὅθεν τέτευχας χρηστοτάτου τοῦ τέλους (5)
μόνος ἀναχθεὶς ἐξ ἀνακτόρων, κλέος,
καὶ τῷ νεκρῷ, κράτιστε, λιπὼν τὸ κράτος·
ὣς ἐν βραχεῖ γὰρ εὐτυχήσεις τὸ κράτος. @1
ANTHOLOGIAE GRAECAE APPENDIX, Oracula. {7052.006}E. Cougny, Epigrammatum anthologia Palatina cum Planudeis et appendice nova, vol. 3, Paris: Didot, 1890: 464-533.
Retrieved from: http://stephanus.tlg.uci.edu/Iris/Cite?7052:006:0
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου